Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.22 Dem. 14.25 (English) >>Dem. 14.28

14.24ὑπὲρ δὲ χρημάτων καὶ πόρου φανεροῦ τινὸς ἤδη παράδοξον μὲν οἶδα λόγον ὃν μέλλω λέγειν, ὅμως δʼ εἰρήσεται· πιστεύω γάρ, ἐάν τις ὀρθῶς σκοπῇ, μόνος τἀληθῆ καὶ τὰ γενησόμενʼ εἰρηκὼς φανεῖσθαι. ἐγώ φημι χρῆναι μὴ λέγειν νυνὶ περὶ χρημάτων· εἶναι γὰρ πόρον, ἂν δέῃ, μέγαν καὶ καλὸν καὶ δίκαιον, ὃν ἂν μὲν ἤδη ζητῶμεν, οὐδʼ εἰς τόθʼ ὑπάρχειν ἡγησόμεθʼ ἡμῖν· οὕτω πολὺ τοῦ πορίσαι νῦν ἀποσχήσομεν· ἐὰν δʼ ἐῶμεν, ἔσται. τίς οὖν ἔσθʼ οὗτος νῦν μὲν οὐκ ὤν, ὑπάρξων δʼ εἰς τότε; αἰνίγματι γὰρ ὅμοιον τοῦτό γε. 14.25ἐγὼ φράσω. ὁρᾶτε τὴν πόλιν, ἄνδρες Ἀθηναῖοι, πᾶσαν ταύτην. ἐν ταύτῃ χρήματʼ ἔνεστιν ὀλίγου δέω πρὸς ἁπάσας τὰς ἄλλας εἰπεῖν πόλεις. ταῦτα δʼ οἱ κεκτημένοι τοιοῦτον ἔχουσι νοῦν ὥστʼ, εἰ πάντες οἱ λέγοντες φοβοῖεν ὡς ἥξει βασιλεύς, ὡς πάρεστιν, ὡς οὐδʼ οἷόν τε ταῦτʼ ἄλλως ἔχειν, καὶ μετὰ τῶν λεγόντων ἴσοι τὸ πλῆθος τούτοις χρησμῳδοῖεν, οὐ μόνον οὐκ ἂν εἰσενέγκαιεν, ἀλλʼ οὐδʼ ἂν δόξειαν οὐδʼ ἂν ὁμολογήσαιεν κεκτῆσθαι. 14.26εἰ μέντοι τὰ νῦν διὰ τῶν λόγων φοβερὰ ἔργῳ πραττόμενʼ αἴσθοιντο, οὐδεὶς οὕτως ἠλίθιός ἐστιν ὅστις οὐχὶ κἂν δοίη καὶ πρῶτος εἰσενέγκαι· τίς γὰρ αἱρήσεται μᾶλλον αὐτὸς καὶ τὰ ὄντʼ ἀπολωλέναι μέρος τῶν ὄντων ὑπὲρ αὑτοῦ καὶ τῶν λοιπῶν εἰσενεγκεῖν; χρήματα μὲν δή φημʼ εἶναι τότε, ἂν ὡς ἀληθῶς δέῃ, πρότερον δʼ οὔ. διὸ μηδὲ ζητεῖν παραινῶ· ὅσα γὰρ νῦν πορίσαιτʼ ἄν, εἰ προέλοισθε πορίζειν, πλείων ἐστὶ γέλως τοῦ μηδενός.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.22 Dem. 14.25 (English) >>Dem. 14.28

Powered by PhiloLogic